Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 40.1 | Dem. 40.4 (English) | >>Dem. 40.7 |
40.2οὐ γὰρ μόνον ἀτύχημά μοι ἐξ ἀρχῆς ἐγένετο , διότι Πλαγγὼν ἡ τούτων μήτηρ ἐξαπατήσασα τὸν πατέρα μου καὶ ἐπιορκήσασα φανερῶς , ἠνάγκασεν αὐτὸν ὑπομεῖναι τούτους ποιήσασθαι , καὶ διὰ τοῦτο τὰ δύο μέρη τῶν πατρῴων ἀπεστερήθην · ἀλλὰ πρὸς τούτοις ἐξελήλαμαι μὲν ἐκ τῆς πατρῴας οἰκίας ὑπὸ τούτων , ἐν ᾗ καὶ ἐγενόμην καὶ ἐτράφην , καὶ εἰς ἣν οὐχ ὁ πατὴρ αὐτοὺς ἀλλʼ ἐγὼ τελευτήσαντος ἐκείνου παρεδεξάμην ,
40.3ἀποστεροῦμαι δὲ τὴν προῖκα τῆς ἐμαυτοῦ μητρός , περὶ ἧς νυνὶ δικάζομαι , αὐτὸς μὲν τούτοις δίκας ὑπὲρ ὧν ἐνεκάλουν μοι πάντων δεδωκώς , πλὴν εἴ τινα νῦν ἕνεκα τῆς δίκης ταύτης ἀντειλήχασίν μοι συκοφαντοῦντες , ὡς καὶ ὑμῖν ἔσται καταφανές , παρὰ δὲ τούτων ἐν ἕνδεκα ἔτεσιν οὐ δυνάμενος τυχεῖν τῶν μετρίων , ἀλλὰ νῦν εἰς ὑμᾶς βοηθοὺς καταπεφευγώς .
40.4δέομαι οὖν ἁπάντων ὑμῶν , ὦ ἄνδρες δικασταί , μετʼ εὐνοίας τέ μου ἀκοῦσαι οὕτως ὅπως ἂν δύνωμαι λέγοντος , κἂν ὑμῖν δοκῶ δεινὰ πεπονθέναι , συγγνώμην ἔχειν μοι ζητοῦντι κομίσασθαι τἀμαυτοῦ , ἄλλως τε καὶ εἰς θυγατρὸς ἔκδοσιν · συνέβη γάρ μοι δεηθέντος τοῦ πατρὸς ὀκτωκαιδεκέτη γῆμαι , καὶ διὰ τοῦτο εἶναί μοι θυγατέρα ἤδη ἐπίγαμον .
40.5ὥστʼ ἐμοὶ μὲν δικαίως ἂν ἀδικουμένῳ διὰ πολλὰ βοηθήσαιτε , τούτοις δὲ εἰκότως ἂν ὀργίζοισθε · οἵτινες , ὦ γῆ καὶ θεοί , ἐξὸν αὐτοῖς τὰ δίκαια ποιήσασι μὴ εἰσιέναι εἰς δικαστήριον , οὐκ αἰσχύνονται μὲν ἀναμιμνῄσκοντες ὑμᾶς εἴ τι ἢ ὁ πατὴρ ἡμῶν μὴ ὀρθῶς διεπράξατο ἢ οὗτοι εἰς ἐκεῖνον ἥμαρτον , ἀναγκάζουσι δʼ ἐμὲ δικάζεσθαι αὑτοῖς . ἵνα δὲ ἀκριβῶς εἰδῆτε , ὡς οὐκ ἐγὼ τούτου αἴτιός εἰμι ἀλλʼ οὗτοι , ἐξ ἀρχῆς ὑμῖν , ὡς ἂν ἐν βραχυτάτοις δύνωμαι , διηγήσομαι τὰ πραχθέντα .
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 40.1 | Dem. 40.4 (English) | >>Dem. 40.7 |